Κεφάλαιο 13 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Ιησούς Ναυή
ΚΑΙ ᾿Ιησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. 2 καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσιρὶ καὶ ὁ Χαναναῖος· 3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων ᾿Ακκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ ᾿Αζωτίῳ καὶ τῷ ᾿Ασκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ ᾿Ακκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ 4 ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως ᾿Αφέκ, ἕως τῶν ὁρίων τῶν ᾿Αμορραίων, 5 καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν ἕως τῆς εἰσόδου ᾿Εμάθ· 6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθαίμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου ᾿Ισραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ ᾿Ισραήλ, ὃν τρόπον σοι ἐνετειλάμην. 7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ ᾿Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. 8 ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ρουβὴν καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου· κατ’ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου, 9 ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν, 10 πάσας τὰς πόλεις Σηὼν βασιλέως ᾿Αμορραίων, ὃς ἐβασίλευσεν ἐν ᾿Εσεβών, ἕως τῶν ὁρίων υἱῶν ᾿Αμμῶν, 11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος ᾿Αερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Σελλά, 12 πᾶσαν τὴν βασιλείαν ῍Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε. 13 καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τῆς σήμερον ἡμέρας. 14 πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς ᾿Ισραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ.

15 Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ρουβὴν κατὰ δήμους αὐτῶν. 16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Αρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι ᾿Αρνῶν. καὶ πᾶσαν τὴν Μισὼρ ἕως ᾿Εσεβὼν 17 καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν 18 καὶ ᾿Ιασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ 19 καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει ᾿Εμὰκ 20 καὶ Βαιθφογὸρ καὶ ᾿Ασηδὼθ Φασγὰ καὶ Βαιθασειμὼθ 21 καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν ᾿Αμορραίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν. 22 καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ. 23 ἐγένετο δὲ τὰ ὅρια Ρουβήν· ᾿Ιορδάνης ὅριον, αὕτη ἡ κληρονομία υἱῶν Ρουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. 24 ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ᾿Ιαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν ᾿Αμμῶν ἕως ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά, 26 καὶ ἀπὸ ᾿Εσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ, 27 καὶ ᾿Εμὲκ Βαιθαρὰμ Βανθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως ᾿Εσεβών, καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ ᾿Ιορδάνου ἀπ’ ἀνατολῶν. 28 αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. 29 καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν. 30 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία ῍Ωγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας ᾿Ιαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις, 31 καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, πόλεις βασιλείας ῍Ωγ ἐν τῇ Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, κατὰ δήμους αὐτῶν. 32 οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ ᾿Ιορδάνου ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπ’ ἀνατολῶν.
 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού