Κεφάλαιο 5 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Ιησούς Ναυή
ΚΑΙ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν ᾿Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ. 2 ὑπό δὲ τοῦτον τὸν καιρὸν εἶπε Κύριος τῷ ᾿Ιησοῖ· ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ δευτέρου. 3 καὶ ἐποίησεν ᾿Ιησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν. 4 ὃν δὲ τρόπον περιεκάθαρεν ᾿Ιησοῦς τοὺς υἱοὺς ᾿Ισραήλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, πάντας τούτους περιέτεμεν ᾿Ιησοῦς· 5 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ τῇ Μαβδαρίτιδι, 6 διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι, γῆν ρέουσαν γάλα καὶ μέλι. 7 ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς ᾿Ιησοῦς περιέτεμε, διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους. 8 περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν. 9 καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ υἱῷ Ναυή· ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.

10 Καί ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφ’ ἑσπέρας ἐπὶ δυσμῶν ῾Ιεριχὼ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῷ πεδίῳ 11 καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. 12 ἐν ταύτῃ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς ᾿Ισραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

13 Καὶ ἐγένετο ὡς ἦν ᾿Ιησοῦς ἐν ῾Ιεριχώ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ρομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; 14 ὁ δὲ εἶπεν αὐτῷ· ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. καὶ ᾿Ιησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; 15 καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς ᾿Ιησοῦν· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ’ ᾧ νῦν ἕστηκας ἐπ’ αὐτοῦ, ἅγιός ἐστι.
 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού