Κεφάλαιο 13 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Αριθμοί
ΚΑΙ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ ᾿Ασηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. 2 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 3 ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. 4 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν ᾿Ισραὴλ οὗτοι. 5 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβὴν Σαμουὴλ υἱὸς Ζαχούρ· 6 τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρί· 7 τῆς φυλῆς ᾿Ιούδα Χάλεφ υἱὸς ᾿Ιεφοννή· 8 τῆς φυλῆς ᾿Ισσάχαρ ᾿Ιλαὰλ υἱὸς ᾿Ιωσήφ· 9 τῆς φυλῆς ᾿Εφραὶμ Αὐσὴ υἱὸς Ναυή· 10 τῆς φυλῆς Βενιαμὶν Φαλτὶ υἱὸς Ραφοῦ· 11 τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί· 12 τῆς φυλῆς ᾿Ιωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδὶ υἱὸς Σουσί· 13 τῆς φυλῆς Δὰν ᾿Αμιὴλ υἱὸς Γαμαλί· 14 τῆς φυλῆς ᾿Ασὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· 15 τῆς φυλῆς Νεφθαλὶ Ναβὶ υἱὸς Σαβί· 16 τῆς φυλῆς Γὰδ Γουδιὴλ υἱὸς Μακχί· 17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ ᾿Ιησοῦν. 18 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν καὶ εἶπε πρὸς αὐτούς· ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος, 19 καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ’ αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί· 20 καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ’ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις· 21 καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. 22 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ροόβ, εἰσπορευομένων Αἰμάθ. 23 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἀπῆλθον ἕως Χεβρών, καὶ ἐκεῖ ᾿Αχιμὰν καὶ Σεσσὶ καὶ Θελαμί, γενεαὶ ᾿Ενάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου. 24 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ καὶ ᾖραν αὐτὸν ἐπ’ ἀναφορεῦσι καὶ ἀπὸ τῶν ροῶν, καὶ ἀπὸ τῶν συκῶν. 25 καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ ᾿Ισραήλ.

26 Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας. 27 καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραήλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης καὶ ἀπεκρίθησαν αὐτοῖς ρῆμα καὶ πάσῃ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς. 28 καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν· ἤλθαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς· 29 ἀλλ’ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ’ αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν ᾿Ενὰχ ἑωράκαμεν ἐκεῖ, 30 καὶ ᾿Αμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὐαῖος καὶ ὁ ᾿Ιεβουσαῖος καὶ ὁ ᾿Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν ᾿Ιορδάνην ποταμόν. 31 καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ· οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς. 32 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ’ αὐτοῦ εἶπαν· οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον. 33 καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, λέγοντες· τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις· 34 καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.

 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού