Κεφάλαιο 15 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Βασιλειών Δ'
ΕΝ ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ ῾Ιεροβοὰμ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Αζαρίας υἱὸς ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα. 2 υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῾Ιεχελία ἐξ ῾Ιερουσαλήμ. 3 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμεσσίας ὁ πατὴρ αὐτοῦ· 4 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς, 5 καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ ᾿Ιωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς. 6 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αζαρίου, καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; 7 καὶ ἐκοιμήθη ᾿Αζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

8 ᾿Εν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς ῾Ιεροβοὰμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον. 9 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 10 καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν Σελλοὺμ υἱὸς ᾿Ιαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. 11 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ. 12 ὁ λόγος Κυρίου, ὃν ἐλάλησε πρὸς ᾿Ιοὺ λέγων· υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ᾿Ισραήλ· καὶ ἐγένετο οὕτως.

13 Καὶ Σελλοὺμ υἱὸς ᾿Ιαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ. 14 καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν ᾿Ιαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν. 15 καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ. 16 τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.

17 ᾿Εν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη. 18 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 19 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ. 20 καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν ᾿Ισραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν ᾿Ασσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς ᾿Ασσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. 21 καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; 22 καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

23 ᾿Εν ἔτει πεντηκοστῷ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 24 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 25 καὶ συνεστράφη ἐπ᾿ αὐτὸν Φακεὲ υἱὸς Ρομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοͺ ᾿Αργόβ καὶ μετὰ τοῦ ᾿Αρία, καὶ μετ᾿ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. 26 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.

27 ᾿Εν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ρομελίου ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη. 28 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 29 ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως ᾿Ισραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς ᾿Ασσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν ᾿Αβελβαιθαμααχὰ καὶ τὴν ᾿Ανιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν ᾿Ασὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς ᾿Ασσυρίους. 30 καὶ συνέστρεψε σύστρεμμα ῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐπὶ Φακεὲ υἱὸν Ρομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ἐν ἔτει εἰκοστῷ ᾿Ιωάθαμ υἱοῦ ᾿Αζαρίου. 31 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.

32 ᾿Εν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ρομελίου βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς ᾿Αζαρίου βασιλέως ᾿Ιούδα. 33 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ. 34 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αζαρίας ὁ πατὴρ αὐτοῦ· 35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸ ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω. 36 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάθαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; 37 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν ᾿Ιούδᾳ τὸν Ραασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ρομελίου. 38 καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού