Κεφάλαιο 16 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Βασιλειών Γ'
ΚΑΙ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ πρὸς Βαασά· 2 ἀνθ᾿ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραὴλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ ῾Ιεροβοὰμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν ᾿Ισραήλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, 3 ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ· 4 τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. 5 καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; 6 καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσά, καὶ βασιλεύει ᾿Ηλὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως ᾿Ασά. 7 καὶ ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον ῾Ιεροβοάμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

8 Καὶ ᾿Ηλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ δύο ἔτη ἐν Θερσά. 9 καὶ συνέστρεψεν ἐπ᾿ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ ῾Ωσὰ τοῦ οἰκονόμου ἐν Θερσά. 10 καὶ εἰσῆλθε Ζαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. 11 καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ 12 κατὰ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασά, πρὸς ᾿Ιοὺ τὸν προφήτην 13 περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ ᾿Ηλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι Κύριον τὸν Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 14 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ηλά, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;

15 Καὶ Ζαμβρὶ ἐβασίλευεν ἐν Θερσὰ ἡμέρας ἑπτά. καὶ ἡ παρεμβολὴ ᾿Ισραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων, 16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων· συνεστράφη Ζαμβρὶ καὶ ἔπαισε τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν ᾿Ισραὴλ τὸν ᾿Αμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. 17 καὶ ἀνέβη ᾿Αμβρὶ καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ ἐκ Γαβαθὼν καὶ περιεκάθισαν ἐπὶ Θερσά. 18 καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως καὶ ἀπέθανεν 19 ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ. 20 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;

21 Τότε μερίζεται ὁ λαὸς ᾿Ισραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω ᾿Αμβρί. 22 ὁ λαὸς ὁ ὢν ὀπίσω ᾿Αμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ, καὶ ἀπέθανε Θαμνὶ καὶ ᾿Ιωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν ᾿Αμβρὶ μετὰ Θαμνί. 23 ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως ᾿Ασὰ βασιλεύει ᾿Αμβρὶ ἐπὶ ᾿Ισραὴλ δώδεκα ἔτη. ἐν Θερσὰ βασιλεύει ἓξ ἔτη· 24 καὶ ἐκτήσατο ᾿Αμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησε τὸ ὄρος καὶ ἐπεκάλεσε τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών. 25 καὶ ἐποίησεν ᾿Αμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ· 26 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι τὸν Κύριον Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 27 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμβρὶ καὶ πάντα, ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; 28 καὶ ἐκοιμήθη ᾿Αμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει ᾿Αχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

28α Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ ᾿Αμβρὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελί. 28β καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων. 28γ καὶ ἃ συνέθετο ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραὴλ καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ιούδα; 28δ καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐξῇρεν ἀπὸ τῆς γῆς. 28ε καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ Νασίβ. 28ζ καὶ ὁ βασιλεὺς ᾿Ιωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ. 28η τότε εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηῖ· καὶ οὐκ ἐβούλετο ᾿Ιωσαφάτ. 28θ καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

29 ᾿Εν ἔτει δευτέρῳ τοῦ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα βασιλεύει ᾿Αχαὰβ υἱὸς ᾿Αμβρί· ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. 30 καὶ ἐποίησεν ᾿Αχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ. 31 καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, καὶ ἔλαβε γυναῖκα τὴν ᾿Ιεζάβελ θυγατέρα ᾿Ιεθεβαὰλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ, 32 καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ, 33 καὶ ἐποίησεν ᾿Αχαὰβ ἄλσος, καὶ προσέθεκεν ᾿Αχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ ᾿Ισραὴλ καὶ τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολοθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς ᾿Ισραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. 34 καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν ᾿Αχιὴλ ὁ Βαιθηλίτης τὴν ῾Ιεριχώ· ἐν τῷ ᾿Αβιρὼν προτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ιησοῦ υἱοῦ Ναυῆ.

 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού