Κεφάλαιο 23 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Παραλειπομένων Β'
ΚΑΙ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ τὸν ᾿Οχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ’ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ’ αὐτοὺς λῃστήριον, οἱ ῎Αραβες καὶ οἱ ᾿Αλιμοζονεῖς· καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ βασιλέως ᾿Ιούδα. 2 ὢν ἐτῶν εἴκοσιν ᾿Οχοζίας ἐβασίλευσε καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ ᾿Αμβρί. 3 καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου ᾿Αχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν· 4 καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος ᾿Αχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτόν, 5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ ᾿Ιωρὰμ υἱοῦ ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ εἰς πόλεμον ἐπὶ ᾿Αζαὴλ βασιλέα Συρίας εἰς Ραμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν ᾿Ιωράμ. 6 καὶ ἐπέστρεψεν ᾿Ιωρὰμ τοῦ ἰατρευθῆναι εἰς ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς ᾿Αζαὴλ βασιλέα Συρίας· καὶ ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ βασιλεὺς ᾿Ιούδα κατέβη θεάσασθαι τὸν ᾿Ιωρὰμ υἱὸν ᾿Αχαὰβ εἰς ᾿Ιεζράελ, ὅτι ἠρρώστει. 7 καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ ᾿Οχοζίᾳ ἐλθεῖν πρὸς ᾿Ιωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ’ αὐτοῦ ᾿Ιωρὰμ πρὸς ᾿Ιοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον ᾿Αχαάβ. 8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν ᾿Ιοὺ τὸν οἶκον ᾿Αχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς ἀδελφοὺς ᾿Οχοζίου λειτουργοῦντας τῷ ᾿Οχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς. 9 καὶ εἶπε τοῦ ζητῆσαι τὸν ᾿Οχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς ᾿Ιού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν· υἱὸς ᾿Ιωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ ᾿Οχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

10 Καὶ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ ᾿Ιούδα. 11 καὶ ἔλαβεν ᾿Ιωσαβὲθ θυγάτηρ τοῦ βασιλέως τὸν ᾿Ιωὰς υἱὸν ᾿Οχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμιεῖον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν ᾿Ιωσαβὲθ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωράμ, ἀδελφὴ ᾿Οχοζίου, γυνὴ ᾿Ιωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν. 12 καὶ ἦν μετ’ αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.


 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού