Κεφάλαιο 26 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Αριθμοί
ΚΑΙ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ελεάζαρ τὸν ἱερέα λέγων· 2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν ᾿Ισραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ᾿Ισραήλ. 3 καὶ ἐλάλησε Μωυσῆς καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς ἐν ᾿Αραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ λέγων· 4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου· 5 Ρουβὴν πρωτότοκος ᾿Ισραήλ. υἱοὶ δὲ Ρουβήν· ᾿Ενὼχ καὶ δῆμος τοῦ ᾿Ενώχ· τῷ Φαλλοὺ δῆμος τοῦ Φαλλουΐ· 6 τῷ ᾿Ασρὼν δῆμος τοῦ ᾿Ασρωνί· τῷ Χαρμὶ δῆμος τοῦ Χαρμί. 7 οὗτοι δῆμοι Ρουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. 8 καὶ υἱοὶ Φαλλοὺ ῾Ελιάβ. 9 καὶ υἱοὶ ῾Ελιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ ᾿Αβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν ἐν τῇ συναγωγῇ Κορέ, ἐν τῇ ἐπισυστάσει Κυρίου, 10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορὲ ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ, 11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον. 12 καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ δῆμος ὁ Ναμουηλί· τῷ ᾿Ιαμὶν δῆμος ὁ ᾿Ιαμινί· τῷ ᾿Ιαχὶν δῆμος ᾿Ιαχινί· 13 τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ δῆμος ὁ Σαουλί. 14 οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι. 15 υἱοὶ δὲ ᾿Ιούδα· ῍Ηρ καὶ Αὐνάν· καὶ ἀπέθανεν ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν. 16 καὶ ἐγένοντο οἱ υἱοὶ ᾿Ιούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ. 17 καὶ ἐγένοντο οἱ υἱοὶ Φαρές· τῷ ᾿Ασρὼν δῆμος ὁ ᾿Ασρωνί· τῷ ᾿Ιαμούν, δῆμος ὁ ᾿Ιαμουνί. 18 οὗτοι δῆμοι τοῦ ᾿Ιούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι. 19 καὶ υἱοὶ ᾿Ισσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ δῆμος ὁ Φουαΐ· 20 τῷ ᾿Ιασοὺβ δῆμος ὁ ᾿Ιασουβί· τῷ Σαμρὰμ δῆμος ὁ Σαμραμί. 21 οὗτοι δῆμοι ᾿Ισσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι. 22 υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ δῆμος ὁ Σαρεδί· τῷ ᾿Αλλὼν δῆμος ὁ ᾿Αλλωνί· τῷ ᾿Αλλὴλ δῆμος ὁ ᾿Αλληλί· 23 οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. 24 υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν δῆμος ὁ Σαφωνί· τῷ ᾿Αγγὶ δῆμος ὁ ᾿Αγγί· τῷ Σουνὶ δῆμος ὁ Σουνί· 25 τῷ ᾿Αζενὶ δῆμος ὁ ᾿Αζενί· τῷ ᾿Αδδὶ δῆμος ὁ ᾿Αδδί· 26 τῷ ᾿Αροαδὶ δῆμος ὁ ᾿Αροαδί· τῷ ᾿Αριὴλ δῆμος ὁ ᾿Αριηλί. 27 οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 28 υἱοὶ ᾿Ασὴρ κατὰ δήμους αὐτῶν· τῷ ᾿Ιαμὶν δῆμος ὁ ᾿Ιαμινί· τῷ ᾿Ιεσοὺ δῆμος ὁ ᾿Ιεσουΐ· τῷ Βαριὰ δῆμος ὁ Βαριαΐ· 29 τῷ Χοβὲρ δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ δῆμος ὁ Μελχιηλί. 30 καὶ τὸ ὄνομα θυγατρὸς ᾿Ασὴρ Σάρα. 31 οὗτοι δῆμοι ᾿Ασὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι. 32 υἱοὶ ᾿Ιωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσῆ καὶ ᾿Εφραίμ. 33 υἱοὶ Μανασσῆ· τῷ Μαχὶρ δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷΓαλαὰδ δῆμος ὁ Γαλααδί. 34 καὶ οὗτοι υἱοὶ Γαλαάδ· ᾿Αχιέζερ δῆμος ὁ ᾿Αχιεζερί· τῷ Χελὲγ δῆμος ὁ Χελεγί· 35 τῷ ᾿Εσριὴλ δῆμος ὁ ᾿Εσριηλί· τῷ Συχὲμ δῆμος ὁ Συχεμί· 36 τῷ Συμαὲρ δῆμος ὁ Συμαερί· καὶ τῷ ᾿Οφὲρ δῆμος ὁ ᾿Οφερί· 37 καὶ τῷ Σαλπαὰδ υἱῷ ᾿Οφὲρ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ’ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά. 38 οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 39 καὶ οὗτοι υἱοὶ ᾿Εφραίμ· τῷ Σουθαλὰ δῆμος ὁ Σουθαλαΐ· τῷ Τανὰχ δῆμος ὁ Ταναχί. 40 οὗτοι υἱοὶ Σουθαλά· τῷ ᾿Εδὲν δῆμος ὁ ᾿Εδενί. 41 οὗτοι δῆμοι ᾿Εφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. οὗτοι δῆμοι υἱῶν ᾿Ιωσὴφ κατὰ δήμους αὐτῶν. 42 υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ δῆμος ὁ Βαλί· τῷ ᾿Ασυβὴρ δῆμος ὁ ᾿Ασυβηρί· τῷ ᾿Ιαχιρὰν δῆμος ὁ ᾿Ιαχιρανί· 43 τῷ Σωφὰν δῆμος ὁ Σωφανί. 44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ ᾿Αδὰρ καὶ Νοεμάν· τῷ ᾿Αδὰρ δῆμος ὁ ᾿Αδαρὶ καὶ τῷ Νοεμὰν δῆμος ὁ Νοεμανί. 45 οὗτοι οἱ υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. 46 καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ δῆμος ὁ Σαμεΐ· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 47 πάντες οἱ δῆμοι Σαμεΐ κατ’ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι. 48 υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ ᾿Ασιὴλ δῆμος ὁ ᾿Ασιηλί· τῷ Γαυνὶ δῆμος ὁ Γαυνί· 49 τῷ ᾿Ιεσὲρ δῆμος ὁ ᾿Ιεσερί· τῷ Σελλὴμ δῆμος ὁ Σελλημί. 50 οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι. 51 αὕτη ἡ ἐπίσκεψις υἱῶν ᾿Ισραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

52 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· 54 τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν. 55 διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασι, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· 56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσων πολλῶν καὶ ὀλίγων.

57 Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ δῆμος ὁ Κααθί· τῷ Μεραρὶ δῆμος ὁ Μεραρί. 58 οὗτοι οἱ δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνί, δῆμος ὁ Κορὲ καὶ δῆμος ὁ Μουσί. καὶ Καὰθ ἐγέννησε τὸν ᾿Αμράμ. 59 τὸ δέ ὄνομα τῆς γυναικὸς αὐτοῦ ᾿Ιωχαβέδ, θυγάτηρ Λευί, ἣ ἔτεκε τούτους τῷ Λευΐ ἐν Αἰγύπτῳ· καὶ ἔτεκε τῷ ᾿Αμρὰμ τὸν ᾿Ααρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. 60 καὶ ἐγεννήθησαν τῷ ᾿Ααρὼν ὅ τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 61 καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά. 62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν ᾿Ισραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν ᾿Ισραήλ. 63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ ᾿Ελεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν ᾿Αραβὼθ Μωάβ, ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ. 64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ ᾿Ααρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ Σινά· 65 ὅτι εἶπε Κύριος αὐτοῖς· θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννὴ καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή.

 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού