Κεφάλαιο 29 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Παραλειπομένων Β'
ΥΙΟΣ εἴκοσι καὶ πέντε ἐτῶν ἦν ῎Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 2 καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων ᾿Ισραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησε 3 τοῖς εἰδώλοις αὐτῶν καὶ ἔθυεν ἐν Βενεννὸμ καὶ διῆγε τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ, 4 καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. 5 καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς χεῖρας βασιλέως ᾿Ισραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην. 6 καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ρομελία βασιλεὺς ᾿Ισραὴλ ἐν ᾿Ιούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 7 καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ ᾿Εφραὶμ τὸν Μαασὰ τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν ᾿Εζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν ῾Ελκανὰ τὸν διάδοχον τοῦ βασιλέως. 8 καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν. 9 καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ Κυρίου, ᾿Ωδὴδ ὄνομα αὐτῷ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ὀργὴ Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ ᾿Ιούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· καὶ ἕως τῶν οὐρανῶν ἔφθακε. 10 καὶ νῦν υἱοὺς ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθ’ ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν; 11 καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφ’ ὑμῖν. 12 καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν ᾿Εφραίμ, Οὐδείας ὁ τοῦ ᾿Ιωανοῦ καὶ Βαραχίας ὁ τοῦ Μωσολαμὼθ καὶ ᾿Εζεκίας ὁ τοῦ Σελλὴμ καὶ ᾿Αμασίας ὁ τοῦ ᾿Ελδαΐ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου, 13 καὶ εἶπαν αὐτοῖς· οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφ’ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν ᾿Ισραήλ. 14 καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας. 15 καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδυσαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς ῾Ιεριχὼ πόλιν Φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.

16 ᾿Εν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς ῎Αχαζ πρὸς βασιλέα ᾿Ασσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ, 17 ὅτι οἱ ᾿Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν ᾿Ιούδᾳ καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν 18 καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ ᾿Ιούδα καὶ ἔλαβον τὴν Βαιθσαμὺς καὶ τὴν ᾿Αϊλὼν καὶ τὴν Γαδηρὼθ καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ· 19 ὅτι ἐταπείνωσε Κύριος τὸν ᾿Ιούδαν διὰ ῎Αχαζ βασιλέα ᾿Ιούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. 20 καὶ ἦλθεν ἐπ’ αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς ᾿Ασσοὺρ καὶ ἐπάταξεν αὐτόν. 21 καὶ ἔλαβεν ῎Αχαζ τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκε τῷ βασιλεῖ ᾿Ασσοὺρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν, 22 ἀλλ’ ἢ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου. καὶ εἶπεν ὁ βασιλεὺς ῎Αχαζ· 23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου. καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ ᾿Ισραήλ. 24 καὶ ἀπέστησεν ῎Αχαζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν ῾Ιερουσαλήμ· 25 καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν ᾿Ιούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 26 καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ. 27 καὶ ἐκοιμήθη ῎Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων ᾿Ισραήλ· καὶ ἐβασίλευσεν ᾿Εζεκίας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού