Κεφάλαιο 46 - www.ekp-dipso.gr

Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Αγία Γραφή > Παλαιά Διαθήκη > Γένεσις
 ΑΠΑΡΑΣ δὲ ᾿Ισραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ. 2 εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Ισραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· ᾿Ιακώβ, ᾿Ιακώβ, ὁ δὲ εἶπε· τί ἐστιν; 3 ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, 4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ ᾿Ιωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. 5 ἀνέστη δὲ ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ἆραι αὐτόν, 6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, ᾿Ιακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ, 7 υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα ᾿Ιακὼβ τῷ πατρὶ αὐτῶν. ᾿Ιακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν. 9 υἱοὶ δὲ Ρουβήν· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμί. 10 υἱοὶ δὲ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. 11 υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί. 12 υἱοὶ δὲ ᾿Ιούδα· ῍Ηρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· ᾿Εσρὼν καὶ ᾿Ιεμουήλ. 13 υἱοὶ δὲ ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Ζαμβράμ. 14 υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ ᾿Αλλὼν καὶ ᾿Αχοήλ. 15 οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ ᾿Ιακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. 16 υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ ᾿Αγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ ᾿Αηδεὶς καὶ ᾿Αροηδεὶς καὶ ᾿Αρεηλείς. 17 υἱοὶ δὲ ᾿Ασήρ· ᾿Ιεμνά, ᾿Ιεσσουὰ καὶ ᾿Ιεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ. 18 οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ ᾿Ιακὼβ δεκαὲξ ψυχάς. 19 υἱοὶ δὲ Ραχὴλ γυναικὸς ᾿Ιακώβ· ᾿Ιωσὴφ καὶ Βενιαμίν. 20 ἐγένοντο δὲ υἱοὶ ᾿Ιωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ ᾿Ασεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν ᾿Εφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ ᾿Εφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· ᾿Εδέμ. 21 υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ ᾿Ασβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ ᾿Αγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ ᾿Οφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν ᾿Αράδ. 22 οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ ᾿Ιακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ. 23 υἱοὶ δὲ Δάν· ᾿Ασόμ. 24 καὶ υἱοὶ Νεφθαλείμ· ᾿Ασιὴλ καὶ Γωυνὶ καὶ ᾿Ισσάαρ καὶ Συλλήμ. 25 οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ ᾿Ιακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά. 26 πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ ᾿Ιακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν ᾿Ιακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ. 27 υἱοὶ δὲ ᾿Ιωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου ᾿Ιακὼβ αἱ εἰσελθοῦσαι μετὰ ᾿Ιακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.

28 Τὸν δὲ ᾿Ιούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς ᾿Ιωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ ῾Ηρώων πόλιν, εἰς γῆν Ραμεσσῆ. 29 ζεύξας δὲ ᾿Ιωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν ᾿Ισραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ ῾Ηρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι. 30 καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς. 31 εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με· 32 οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν. 33 ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν; 34 ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ ᾿Αραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων

 
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού