Ὅσιος Τύχων ὁ Ἁγιορείτης
(23 Σεπτεμβρίου)

Ὁ Ὅσιος Τύχων γεννήθηκε τό 1884 στή Ρωσία.
Ὅταν ἐνηλικιώθηκε, ἀφοῦ προσκύνησε διάφορα Ρωσικά Μοναστήρια, πῆγε γιά προσκύνημα στούς Ἁγίους Τόπους κι ἀπό ἐκεί ἦλθε στό Ἅγιον Ὄρος.
Στήν ἀρχή μόνασε στό Κελλί τοῦ Μπουραζέρι, ἀργότερα πῆγε στά Καρούλια καί τέλος στήν περιοχή τῆς Καψάλας.
Ἐκεί ἔζησε σέ μία φτωχική καλύβη, ἔχοντας ὡς μοναδικό πλούτο τή Χάρη τοῦ Θεοῦ, καί μέ τά δάκρυά του ἐπότισε τήν ἔρημο τοῦ Ἁγίου Ὄρους καί δίδαξε στόν Ἅγιο Παΐσιο τά μυστικά τῆς πνευματικῆς ζωῆς.

Καθημερινό ἐργόχειρό του ἦταν ἡ ἀδιάλειπτη προσευχή καί οἱ πνευματικές ἐμπειρίες, (ὅπως ἡ συνομιλία του μέ Ἀγγέλους κατά τή διάρκεια τῆς Θείας Λειτουργίας κλπ.).
Ὁ ὅσιος ἔγινε γνωστός γιά τήν ἀκτημοσύνη του, τήν μεγάλη του ταπείνωση καί τήν παιδική του ἁπλότητα.
Πλῆθος προσκυνητῶν ἀναπαύθηκαν στό πετραχήλι του καί ἄκουσαν τίς συμβουλές του.
Στίς συζητήσεις του πάντα ἀνέφερε γιά τόν γλυκό Παράδεισο καί ἀπό τά μάτια του κυλοῦσαν δάκρυα καί δέν τοῦ ἔκανε καρδιά νά ἀσχολεῖται μέ μάταια πράγματα.
Ὁ Ὅσιος κοιμήθηκε στίς 23 Σεπτεμβρίου 1968.

Παρακλητικὸς Κανὼν
εἰς τὸν Ὅσιον Τύχωνα τὸν Ἁγιορείτην
Θεὸς Κύριος,… (τετράκις)
καὶ εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ θεαρέστως ἐν τῷ Ἄθῳ βιώσαντι,* οἱ ἐν δεινοῖς καὶ συμφοραῖς νῦν προσπέσωμεν,* ἐν κατανύξι κράζοντες, ἐκ βάθους ψυχῆς,* Τύχων, βοήθησον,* τοὺς σοι προστρέχοντας πίστει,* πρόφθασον καὶ λύτρωσε ἐκ παντοίων κινδύνων,* μὴ παραβλέψῃς δέησιν οἰκτρὰν* τῶν προσφευγόντων τῇ σκέπῃ σου, Πάντιμε.
Δόξα Πατρὶ…
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τῆς ἐρήμου…
Τῆς ῾Ρωσίας τὸν γόνον καὶ τοῦ ῎Αθω τὸ κλέϊσμα* τῶν μοναζόντων τὴν δόξα ὡς καὶ πρότυπον ἅγιον,* Τύχωνα, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα βοήθειαν δαψιλῶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι συγχώρησιν.
Καὶ νῦν … Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
ᾨδὴ αʹ
Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…
Προσπίπτομεν πάντες ἱκετικῶς πρὸς σὲ Τύχων μάκαρ,* καὶ αἰτούμεθα ταπεινῶς,* ὅπως ἡμῖν βοήθειαν παράσχης,* ἵνα διάγωμεν βίον φιλόθεον.
Ἱκέτας ἀξίωσον ταπεινῶς, δεόμεθα πάντες,* Τύχων ἔνδοξε ἀθλητά,* ὅπως λιταῖς σου πρός τόν Κτίστην * παράσχῃ ἡμῖν τὰ τέλη ἀνώδυνα.
Σωτήρα ἀνθρώπων, Τύχων σεμνέ, ἱκέτευε πάντες σοῦ δεόμεθα ταπεινῶς,* ὅπως ἡμῖν παράσχῃ εἰρήνην* ὡς καὶ βίον ἀκηλίδωτον, ῞Οσιε.
Θεοτοκίον.
Τούς σπεύδοντας τῇ χάρῃ σου, Μαριάμ,* μή ἐγκαταλείπεις,* ἀλλά δίδου ὑπομονήν,* πίστιν ἀκλόνητον, Παρθένε* ὡς καί ἐλπίδαν,* Θεόνυμφε Δέσποινα.
ᾨδὴ γʹ
Οὐρανίας ἁψῖδος…
Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγροὺς καὶ οἰκίας, ὅσιε Τύχων,* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμέν σε* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
Ἀνυπόκριτον πίστιν θαυματουργέ, ῞Αγιε,* ἀγάπην καὶ εἰρήνην παράσχου* λιταῖς σου, ῞Οσιε,* ἵνα δοξάζωμέν σε* τὸν συμπολίτην ἀγγέλων* καὶ πιστῶν τό καύχημα,* Τύχων μακάριε.
Προστασίαν οὐκ ἔχω παρ̉ οὐδενός, ῞Οσιε,* διὸ σοι καταφεύγω ὁ τάλας,* Τύχων πανύμνητε,* καὶ ταπεινῶς ἐκζητῶ * τὴν σὴν βοήθειαν, πάτερ,* ἣν σὺ παράσχου, ἔνδοξε,* τάχος ἱκέτῃ Σου.
Θεοτοκίον.
Ῥαθυμίας ἐργάτης,* κατέστην ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, Ἄχραντε, Σὺ ἐξευμένισον.
Διάσωσον
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Τύχων* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.
Ἐπίβλεψον
Ἐπίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν…
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον·* ἐλέους πηγὴ καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* Θεοδόξαστε Τύχων, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ ἀπαύστως προστρέχοντας.
ᾨδὴ δʹ
Εἰσακήκοα, Κύριε,…
Τῶν παθῶν μου τὸν τάραχον,* Θαυματουργέ Τύχων, τάχος εἰρήνευσον* καὶ τὸν κλείδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Τύχων πανευωδέστατε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Ὁλοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Τύχων, Ἄθου σέμνωμα.
Θεοτοκίον.
Θεοτόκε πανάχραντε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύλαττε* καὶ τὸ στόμα μου διάνοι-ξον,* τοῦ δοξάζειν Σε Θεοκοινώνητε.
ᾨδὴ εʹ
Φώτισον ἡμᾶς…
Δώρησον καμέ* ὑγιείαν καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ*, ἵνα ὑμνῶ σὲ ἀπαύστως, Τύχων θεσπέσιε.
Ὕπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη, Τύχων, κοίμησον.
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, πιστῶν, Τύχων, ἡ χαρά* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Θεοτοκίον.
Ἄχραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν ἱκέτην* ἀπαύστως, Σεμνή, προστάτευσον.
ᾨδὴ στʹ
Τὴν δέησιν ἐκχεῶ…
Θανάτου τοῦ αἰφνιδίου ρῦσαι με* τὸν ἀνάξιον ἱκέτην λιταῖς σου* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ, Τύχων, μὲ λύτρωσον,* ὦ κλέος τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν τῶν ποικίλων σύ ῥύσαι με.
Νευρώσεις Σύ, ἀπελαύνεις, ῞Οσιε,* καὶ τὰς νόσους θεραπεύεις ταχέως* καὶ ταῖς ψυχαῖς Ὀρθοδόξων παρέχεις,* ἀκαταπαύστως βοήθειαν ἔνδοξε˙* Σοῦ δέομαι ὁ δυσμενής,* τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ ἀκοίμητον φρουρὸν σὲ κατέχω,* τοὺς πειρασμοὺς ἀπελαύνεις μακρόθεν,* σὺ καὶ τὰς νόσους διώκεις ταχύτατα,* Τύχων θαυματουργέ,* τῶν Ὀρθοδόξων φρουρὸς ὁ ἀκοίμητος.
Θεοτοκίον.
Ἠλίου τοῦ νοητοῦ σύ, Ἄχραντε,* ἀνεδείχθης, Θεοτόκε, μητέρα,* ὃν καθικέτευε, κόρη, ἀπαύστως* καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον* δεόμεθά σου, ὦ Μαριάμ,* ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Διάσωσον
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Τύχων* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.
Ἄχραντε
Ἄχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον
Ἦχος β´. Προστασία.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσαι ἐκ τῶν κινδύνων,* ῞Οσιε Τύχων, ἰσχυρὸν* τῶν Ὀρθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον
Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὁ Ἱερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
Ὁ Χορός: Κύριε ἐλέησον (τρίς)
Ὁ Ἱερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
Ὁ Χορός: Καὶ τῷ Πνεύματί σου.
Ὁ Ἱερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
Ὁ Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ…
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακαρίοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσω καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Ὁ Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι…
Μὴ ἐγκαταλείπης με* τῶν μοναζόντων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, φωτοφόρε,* τὸ καύχημα καὶ κλέος τῶν πιστῶν* καί ὑγιείαν παράσχου μοι,* Τύχων ἀξιάγαστε.
Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Ὁ Χορός: Ἀμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς
ᾨδὴ ζʹ
Οἱ ἐκ τῆς Ἰουδαίας…
Τοῖς ἀτέκνοις συζύγοις* σὺ παρέχεις τέκνα, πανευωδέστατε,* διὸ καὶ οἱ ποθοῦντες υἱοὺς καὶ θυγατέρας* σοι βοῶντες προσφεύγουσι˙* Τύχων κλέος πιστῶν* ἡμῖν παράσχου ἀπογόνους.
Ἐκ τροχαίου ἱκέτας* σὺ προστάτευσον, Τύχων φωστὴρ λαμπρότατε,* καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοιαν παράσχου,* ἵνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, λιταῖς σου ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον σύ Τύχων.
Θεοτοκίον.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, θερμῶς δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κηρύττουσιν˙* τό θέλημα τοῦ Σοῦ Υἱοῦ* πανάμωμε Παρθένε.
ᾨδὴ ηʹ
Τὸν Βασιλέα.
Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε, Τύχων φωτοφόρε,* ὅπως σοῦ ἱκέτας* μετάνοιαν παράσχῃ.
Τοὺς Ὀρθοδόξους ἐκ τῶν χειρῶν ἀρχεκάκου,* καὶ ἐκ νόσων διάσωσον, Τύχων,* αἰτούμεθα πίστει* καὶ πόθῳ, Χριστοδρόμε.
Ἡ βιοτὴ σου χαρᾶς πληροῖ Ὀρθοδόξους* καὶ εὐφραίνει καρδίας ἁπάντων,* Τύχων μυροβόλε,* τό κλέος τῶν ἀγγέλων.
Θεοτοκίον.
Σὲ Θεοτόκε, τοῦ Πλαστουργοῦ τὴν Μητέρα* ἱκετεύομεν πάντες βοῶντες* παράσχου ἱκέταις* τὴν ἄνωθεν εἰρήνην.
ᾨδὴ θʹ
Κυρίως Θεοτόκον.
Ἀξίωσον ἱκέτην,* Τύχων ἀθλοφόρε,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
Ἀγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Σὺν τῇ Μητρὶ τοῦ Κτίστου* καὶ τῷ Παϊσίῳ,* παμμάκαρ Τύχων, πιστοὺς διασώσατε* ἐκ τῶν χειρῶν τοῦ Βελίαρ,* πάντες δεόμεθα.
Θεοτοκίον.
Ῥοὴν μου τῶν δακρύων* μὴ ἀποποιήσῃς,* Θεοτόκε Παρθένε, σοῦ δέομαι* καὶ ἐκ τῆς ψυχῆς μου τὴν λύπην* τάχος διάλυσον.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Τὴν Ἑλλάδα σκέπε, θαυματουργέ,* Τύχων μυροβόλε,* σοῦ δεόμεθα ταπεινῶς* καί ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν Ὕψιστον.
Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ τοῦ καρκίνου* καὶ ἐκ νόσων παντοειδῶν,* ὡς καὶ τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν, τρισμάκαρ,* Τύχων ἀθλοφόρε,* πιστῶν ἀγλάϊσμα.
Πᾶσαν τὴν ἐλπίδα μου, θαυμαστέ,* πρὸς σὲ ἐπιῤῥίπτω* ὁ ἀνάξιος τοῦ Θεοῦ,* διὸ σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας* τὰ τῆς ψυχῆς μου ἔλκη τάχος θεράπευσον.
Ἐν Ἄθῳ ἐβίωσας εὐλαβῶς* γόνε τῆς Ρωσίας,* Τύχων ἔνδοξε καὶ σεπτέ,* καὶ γῆν τῆς Καψάλας* διὰ πολλῶν ἀγώνων* ἡγίασας ἐσχάτως* ἔνσαρκε Ἄγγελε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν…, καὶ τὸ Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τῆς ἐρήμου…
Τῆς ῾Ρωσίας τὸν γόνον καὶ τοῦ ῎Αθω τὸ κλέϊσμα* τῶν μοναζόντων τὴν δόξα ὡς καὶ πρότυπον ἅγιον,* Τύχωνα, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα βοήθειαν δαψιλῶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι συγχώρησιν.
Δέησις, Ἀπόλυσις καί ὁ Χορὸς ψάλλει
Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων σὺ προστάτης, ἀγαθέ,* καὶ τῶν σωτηρίαν ποθούντων,* σὺ εἶ ὁδηγὸς ἀπλανής,* ἄλλον γὰρ οὐκ ἔχομεν,* τῶν Ὀρθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διὸ παρὰ σοῦ Τύχων, αἰτοῦμεν* ταῖς λιταῖς σου, μάκαρ, πρὸς τὸν Κύριον.
Ἦχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεὺς ἤ ὁ Προεστώς
Δι̉ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
[1]
Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν:
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,
εἰς δὲ τὰ δύο τελευταῖα:
Δόξα Πατρὶ…, Καὶ νῦν…
No responses yet